9. εἶπεν δὲ πρὸς αὐτόν ποῦ Σαρρα ἡ γυνή σου ὁ δὲ ἀποκριθεὶς εἶπεν ἰδοὺ ἐν τῇ σκηνῇ 10. εἶπεν δέ ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας καὶ ἕξει υἱὸν Σαρρα ἡ γυνή σου Σαρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ 11. Αβρααμ δὲ καὶ Σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν ἐξέλιπεν δὲ Σαρρα γίνεσθαι τὰ γυναικεῖα 12. ἐγέλασεν δὲ Σαρρα ἐν ἑαυτῇ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν ὁ δὲ κύριός μου πρεσβύτερος 13. καὶ εἶπεν κύριος πρὸς Αβρααμ τί ὅτι ἐγέλασεν Σαρρα ἐν ἑαυτῇ λέγουσα ἆρά γε ἀληθῶς τέξομαι ἐγὼ δὲ γεγήρακα 14. μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας καὶ ἔσται τῇ Σαρρα υἱός 15. ἠρνήσατο δὲ Σαρρα λέγουσα οὐκ ἐγέλασα ἐφοβήθη γάρ καὶ εἶπεν οὐχί ἀλλὰ ἐγέλασας
9. They said to him, “Where is your wife Sarah?” And he said, “There, in the tent.” 10. Then one said, “I will surely return to you in due season, and your wife Sarah shall have a son.” And Sarah was listening at the tent entrance behind him. 11. Now Abraham and Sarah were old, advanced in age; it had ceased to be with Sarah after the manner of women. 12. So Sarah laughed to herself, saying, “After I have grown old, and my husband is old, shall I have pleasure?” 13. The Lord said to Abraham, “Why did Sarah laugh, and say, ‘Shall I indeed bear a child, now that I am old?’ 14. Is anything too wonderful for the Lord? At the set time I will return to you, in due season, and Sarah shall have a son.” 15. But Sarah denied, saying, “I did not laugh”; for she was afraid. He said, “Oh yes, you did laugh.”